Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.28 Joseph. AJ 6.32 (English) >>Joseph. AJ 6.36

6.30καὶ Σαμουῆλος στρατεύσας ἐπʼ αὐτοὺς ἀναιρεῖ πολλοὺς καὶ τὰ φρονήματʼ αὐτῶν εἰς τὸ παντελὲς ταπεινοῖ καὶ τὴν χώραν ἀφαιρεῖται, ἣν τῶν Ἰουδαίων ἀπετέμοντο πρότερον κρατήσαντες τῇ μάχῃ· αὕτη δʼ ἦν μέχρι πόλεως Ἀκάρων ἀπὸ τῶν τῆς Γίττης ὅρων ἐκτεταμένη. ἦν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν φίλια τοῖς Ἰσραηλίταις τὰ ὑπολειπόμενα τῶν Χαναναίων. 6.31

δὲ προφήτης Σαμουῆλος διακοσμήσας τὸν λαὸν καὶ πόλιν αὐτοῖς ἀποδοὺς εἰς ταύτην ἐκέλευσε συνερχομένοις περὶ τῶν πρὸς ἀλλήλους κρίνεσθαι διαφορῶν, αὐτὸς δὲ διʼ ἔτους ἐπερχόμενος τὰς πόλεις ἐδίκαζεν αὐτοῖς καὶ πολλὴν ἐβράβευεν εὐνομίαν ἐπὶ χρόνον πολύν. 6.32ἔπειθʼ ὑπὸ γήρως βαρυνόμενος καὶ τὰ συνήθη πράττειν ἐμποδιζόμενος τοῖς υἱοῖς τὴν ἀρχὴν καὶ τὴν προστασίαν τοῦ ἔθνους παραδίδωσιν, ὧν μὲν πρεσβύτερος Ἰοῦλος προσηγορεύετο, τῷ δὲ νεωτέρῳ Ἐβίᾳ ὄνομα ἦν. προσέταξε δὲ τὸν μὲν ἐν Βεθήλῳ πόλει καθεζόμενον κρίνειν, τὸν δʼ ἕτερον ἐν Βερσουβεὶ μερίσας τὸν ὑπακουσόμενον ἑκατέρῳ λαόν. 6.33ἐγένοντο δὲ σαφὲς οὗτοι παράδειγμα καὶ τεκμήριον τοῦ μὴ τὸν τρόπον ὁμοίους τοῖς φύσασι γίνεσθαί τινας, ἀλλὰ τάχα μὲν χρηστοὺς καὶ μετρίους ἐκ πονηρῶν, τότε μέν γε φαύλους ἐξ ἀγαθῶν παρέσχον αὑτοὺς γενομένους· 6.34τῶν γὰρ τοῦ πατρὸς ἐπιτηδευμάτων ἐκτραπόμενοι καὶ τὴν ἐναντίαν ὁδὸν ἀπελθόντες δώρων καὶ λημμάτων αἰσχρῶν καθυφίεντο τὸ δίκαιον, καὶ τὰς κρίσεις οὐ πρὸς τὴν ἀλήθειαν, ἀλλὰ πρὸς τὸ κέρδος ποιούμενοι καὶ πρὸς τρυφὴν καὶ πρὸς διαίτας πολυτελεῖς ἀπονενευκότες πρῶτον μὲν ὑπεναντία ταῦτα ἔπρασσον τῷ θεῷ, δεύτερον δὲ τῷ προφήτῃ πατρὶ δʼ ἑαυτῶν, ὃς πολλὴν καὶ τοῦ τὸ πλῆθος εἶναι δίκαιον σπουδὴν εἰσεφέρετο καὶ πρόνοιαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.28 Joseph. AJ 6.32 (English) >>Joseph. AJ 6.36

Powered by PhiloLogic